Matthew 27:26-31

26τότε ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν φραγελλώσας παρέδωκεν ἵνα σταυρωθῇ.

27Τότε οἱ στρατιῶται τοῦ ἡγεμόνος παραλαβόντες τὸν Ἰησοῦν εἰς τὸ πραιτώριον συνήγαγον ἐπ᾽ αὐτὸν ὅλην τὴν σπεῖραν. 28καὶ ἐκδύσαντες αὐτὸν
 χλαμύδα κοκκίνην περιέθηκαν αὐτῷ = WH Treg NA/NIV: || περιέθηκαν αὐτῷ χλαμύδα κοκκίνην = RP
χλαμύδα κοκκίνην περιέθηκαν αὐτῷ ⸃,
29καὶ πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν ἐπὶ
 τῆς κεφαλῆς = WH Treg NA/NIV: || τὴν κεφαλὴν = RP
τῆς κεφαλῆς ⸃ αὐτοῦ καὶ κάλαμον
 ἐν τῇ δεξιᾷ = WH Treg NA/NIV: || ἐπὶ τὴν δεξιὰν = RP
ἐν τῇ δεξιᾷ ⸃ αὐτοῦ, καὶ γονυπετήσαντες ἔμπροσθεν αὐτοῦ
 ἐνέπαιξαν = WH NA/NIV: || ἐνέπαιζον = Treg RP
ἐνέπαιξαν αὐτῷ λέγοντες· Χαῖρε,
 βασιλεῦ = WH Treg NA/NIV: || ὁ βασιλεὺς = RP
βασιλεῦ τῶν Ἰουδαίων,
30καὶ ἐμπτύσαντες εἰς αὐτὸν ἔλαβον τὸν κάλαμον καὶ ἔτυπτον εἰς τὴν κεφαλὴν αὐτοῦ. 31καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν χλαμύδα καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ σταυρῶσαι.

Copyright information for SBLG